Ancient Greek
244.2
Choricius Rhet. et Soph., Opera 244.2
Unproofread scanNot analysed yet
Ἐγὼ δὲ σοὺ τὰ ῥήματα μεταστρέψας, φημί· «Εἰ μὲν οἱ τῶν(²) ἄλλων παρθένων μιμήσονταί με γονεῖς, πολλοὺς εὐεργέτας ἡ πόλις ἔχει δι’ ἐμὲ, τέκνων αὐτὴν ποιουμένων τιμιωτέραν· εἰ δὲ μηδεὶς οὕτω φανεῖν φιλόπολις, ὅρα τῆς ἀρετῆς τὴν ὑπεροχὴν ἐκ τοῦ μηδένα δύνασθαι ταύτην ζηλῶσαι ». Ὅλως δὲ τὸ συμβὰν ἔργον ἀποτρέπει τὸν τύραννον κόρης ἑτέρας παρ’ ἡμῖν τρεφομένης, τεχμαίρομενον τοῖς ἐμοὶ πεπραγμένοις ὡς κατὰ ζῆλον ἡμέτερον ἀνέζεται τις τὴν παῖδα μᾶλλον ἀποβαλεῖν ἢ δυναστὴ πρὸς γάμον ἐκδούνα. Εἰ τοίνυν ὁ βούλεται ἕκαστος τοῦτο καὶ οἶεται, ὅπερ οὐκ οἶεται τις οὐδὲ βουλήσεται. Οὐκοῦν εἴκός ἐκεῖνον εἰς ἐπιθυμίαν ἐλθεῖν ἣν οὐ προβαίνειν ἐλπίζει· κἂν ἔρωτι περιπέσοι (³), προστάττειν ὀκνήσει τοῖς ἐκείνου διαχονεῖν προσταγμασι· κἂν διαμάρτοι προσταξας, οὐ πάλιν ἐπιστρατεύσει, λογιζόμενος, ὅπερ ἐστίν, ὡς οὐκέτι τὴν πόλιν ἀφύλακτον οὖσαν εὑρήσει. Τὸ γὰρ ἐγχειρήμα μοι παρασκευῆς τε καὶ φυλαχῆς ἡμῖν(⁴) γέγονεν αἴτιον, ἵνα μὴ πάλιν ἄνδρὸς δεηθῶμεν τὴν οἰκείαν(⁵) ἀναιροῦντος γονήν.