Ancient Greek
246.1
Choricius Rhet. et Soph., Opera 246.1
Unproofread scanNot analysed yet
τις ἑτερος, οὐδὲν σοι τοῦτο πρὸς τὴν τοῦ παιδὸς διέφερε σωτηρίαν. Ἄλλα μᾶλλον ἔχρῃν, ἐμοῦ πεποιηκότος τὸν φόνον, χαρετῆσαι τὸν νέον. Ἦν γὰρ αὐτὸν ἐντεῦθεν λογίζεσθαι καὶ σκοπεῖν ὡς ἀλογία πολλὴ τὸν πατέρα μὲν ἀποκτεῖναι τὴν παῖδα, καὶ τὴν, ταῖς αὐτοῦ χερσὶν ἐσφαγμένην, αὐτὸν δὲ (¹) ἀρειδῶς ἔχειν τοῦ βίου. Εἰ δὲ πιχρότερον εἴποις ἐραστὴν ἀνιάσθαι πατρός, οὐ συμβαίνοντα μὲν φύσεως νόμοις ἔρεις. Ἔδει δὲ ὅμως (²) τὸν νέον εἰς τὸν τύραννον βλέψαι, καὶ ζηλῶσαι χαρτερίαν ἐραστοῦ, μελζους ἂν καὶ πλείονας ἔχοντος τοῦ μὴ βουλεσθαι τὴν ἀφορμάς. Τὸ γὰρ μάτην ἀποστεῖλαι πρεσβείαν, δι’ ἧς τύραννος ἐκολάκευσε δῆμον, καὶ τὸ πόλεμον διὰ κενῆς (³) ἀνατεῖναι, καὶ τῆς παρασκευῆς ἡ δαπάνη, καὶ τὸ κατενεχθῆναι πρὸς ἔρωτα χόρης ἐλάττονος αὐτοῦ τὴν ἀξίαν, μὴ τυχεῖν δὲ τοῦ γάμου, καὶ τὸ διχόθεν παρὰ τοῖς ὑπηκόοις αἰσχύννην ὀφλῆσαι, τοῦ τε πόδω περιπτεσθαι, τοῦ τε διαμαρτεῖν τῆς ὑπὲρ τούτου σπουδῆς, καὶ τὸ μεμνησθαι τῆς ἑορτῆς τὴν ἡμέραν, ὅτε παλζουσαν ἐν τῷ ἄλσει τὴν παρθένον ἰδὼν, οὐχ ἀπῆλθεν ἀρπάσας· τοσαύται τοίνυν εἰς ταῦτὸν ἐλθοῦσαι προφάσεις οὐ τοσούτον καθεῖλον τὸν τύραννον ὅσον αὐτὸν ἀποσφάξαι. Τοιούτων δὲ νεανίας ἔχων παράδειγμα χαρτερίας, οὐ γέγονε μιμητής· ἤλγησε δὲ πλεῖον ἰδιώτης τυράννου. Καὶ τοι τοὺς ἐν μεγίστοις ὑπάρχοντας ἀξιώμασι χαλεπώτερον φέρειν εἴκός· οἱ γὰρ πνέοντες μεγάλα τὰς ὑπὸ τῶν ἐλαττόνων πιχρῶς φέρουσιν ἀτιμίας. Ὁ δὲ (⁴), οὔτε πρὸς τοῦτο ἰδὼν, οὔτε τῇ πόλει συγχαιρῶν βεβαίας ἀπολαυούση δημοκρατίας, οὔτε τοῖς ἑχθροῖς ἐφηδόμενος ἀπράκτοις ἀναχωροῦσιν, οὐχ αἰσχυνθεὶς, οὐχ ἐλεσθὰς τὸν φύσαντα, οὐ λαβὼν κατὰ σοῦν ὡς ἑαυτῷ μὲν δυσέκνιπτον ὀνειδος, σοὶ δὲ πένθος ἐπίσημον καταστήσει, οὐ τὸ πάντων μέγιστον λογισάμενος, ὡς αὐτὸς μὲν ἀναίτιος τοῦ φόνου τῆς ἐρωμένης,