Ancient Greek
256.1
Choricius Rhet. et Soph., Opera 256.1
Unproofread scanNot analysed yet
τὰ δάκρυα, καὶ χόρης ὀδυρομένης οὐδὲν ἀπεικέναι φησίν 1. Ὁ μὲν οὖν Ὀμήρου Πάτροκλος βραχέα πρὸς τὸν Φθιώτην 2 ἀφοσιούμενος 3, τοσαῦτον ἐθέλει τὸν ἄνδρα καταπραΰνειν 4, ὅσον ἐκεῖνον αὐτῷ συμμαχεῖν ἐπιτρέψαι τοῖς Ἀχαιοῖς 5 · ὁ δὲ γε ἡμέτερος αὐτὸν ἐπιχειρεῖ τῆς σκηνῆς ἐξάγειν τὸν Ἀχιλλέα. Φιλῆλλην γὰρ τις ἐγώ, καὶ πέπονθα τὴν ψυχὴν φυγάδας ὁμοῦ καὶ κοπτομένους ἰδὼν 6, καὶ πρὸ τοῦ Πατρόκλου τὴν ἐκείνων ἐδάκρυσά τύχην · τάχα δ’ἂν καὶ ἄλλως ἀμείνον εἴη τὸν Πηλέως ἐπιχωρήσαι προτρέπειν, ὅπως ,εἰ μὴ τούτῳ 7 βούλοιτο πειθαρχεῖν, τὴν ἐλάττονα γοῦν σύμμαχίαν τὸν Πάτροκλον ἀπονεμή 8 τοῖς Ἕλλησι. Καὶ Δημοσθένης γὰρ 9, Ἀθηναίῳ συνελθεῖν Ὀλυνθίοις ὀκνοῦντων, ὅμως διπλὴν ἀποστεῖλαι βοηθείαν ἐνθυσέτησε, τὴν μὲν ῥυσομένην τὴν Ὀλυνθον, τὴν δὲ ποιήσουσαν 10 τὴν Φιλίππου κακίως,