Ancient Greek
267.2
Choricius Rhet. et Soph., Opera 267.2
Unproofread scanNot analysed yet
Εἰ μὲν οὖν ὀλίγον ἐμελε χρημάτων αὐτῷ, ἴσως ἂν ἔδοξεν (¹) ἀσωτία φύσεως μᾶλλον ἢ πρὸς ὑμετέραν (²) τιμὴν ἀποστεῖλαι τὰς δωρεάς · ἐπεὶ δὲ φιλοκτεανώτατος (³) πάντων ὁ ἀνήρ, κατὰ τὸν σόν, Ἄχιλλεῦ, λόγον (⁴), παρεῖδεν εὐνοίᾳ τῇ σῇ περιπόθητον κτῆμα, καὶ γέγονέ σοι φιλόδωρος ὁ φιλάργυρος. Οὐ τοίνυν πολλὰ καὶ λαμπρὰ χαριζόμενος Βριστίδα τῶν δώρων ὀνειται, οὔτε διδῶσι μέν, διδῶσι δὲ τῆς εὐνῆς ἐπιβάς (⁵), οὔτε, κοσμίως ἀποδιδούς, ἐν ὑπονοίαις δυσχεραίνειν παρῆξεν · ἀλλ᾽ ἀνεῖλε τοῦτο καθάπαξ, ὄρκῳ διαλύσας (⁶) τὴν ὑπόψιαν. Τίθει τοί-