Ancient Greek
268.1
Choricius Rhet. et Soph., Opera 268.1
Unproofread scanNot analysed yet
νῦν τῆς ἀφαιρέσεως ἤν ἐθελεις αἰτίαν, εἰτε τὴν πρὸς σὲ γενομένην δια-φορὰν, εἰτε τινὰ πρὸς τὸ γύναιον ἔρωτα. Εἰ μὲν γὰρ ἐρασθεὶς ἐκαρτέ-ρησε, τὴν ἰδίαν (1), ὡς δοκεν, ἡδονὴν δευτέραν τῆς σῆς ἔθετο χάριτος· εἰ δὲ ἀγανακτῶν ἀπέσπα τὴν κόρην, ἐγίνωσκε δηλαδὴ (2) πικρότερόν σε λυπησῶν τῇ μίξει τῆς ἐρωμένης· ὁ δὲ τὸν ἔχθρόν ὑποκινῶν τὴν οἰ-κεῖαν φιλεῖ θεραπεύειν ὀργήν· οὐ μὴν προῆλθεν χαρίσασθαι τῷ θυμῷ. Οὐκοῦν φαίνεται πάλιν ἐντεῦθεν τὴν περὶ σὲ θεραπείαν τῆς οἰκείας (3) προχρόνων· καὶ τοσοῦτω μᾶλλον ἐντεῦθεν, ὅσω πρὸς μειζόν ἐπάλαισε πάθος· θυμὸς γὰρ ἀκμάζων ἔρωτος μᾶλλον ἐκμαίνει. Καὶ σὺ τούτου τεκμήριον, τῇ πρὸς τὸν Ἀτρέως ὀργὴν Βρισηίδος ὑπερορῶν.