Ancient Greek
273.3
Choricius Rhet. et Soph., Opera 273.3
Unproofread scanNot analysed yet
(τούτοις ἐχρήσω πρὸς τὴν μητέρα(3) τοῖς ῥήμασιν)· ἔγνω τὴν ἀτην, ἐδάκρυσε γυνὺς, ἱκέτευσεν, ἀπέδωκεν, ἐδωρήσατο· διήμαρτε, πέπονθε μειζόνα. Ἐπειδὴ γὰρ ἀτυχῶς ἐπρεσβεύσατο, καὶ τῶν ἑαυτοῦ δώρων κατέγνω πιχρότερων φανέντων σοι τῆς ἀτιμίας, καὶ δυσμενέστερος ὤφθη Βρισίδα διδὸν ἢ ἀποστερῶν, ἀπεῖπε πρὸς τοὺς μεθ' ἡμέραν ἀγῶνας, καὶ νυκτερινὸν ἐσκέφατο δόλον, καθεύδειν ὑπὸ τῶν κακῶν(4) οὐ δυνάμενος(5), καὶ κλέπτειν ἀντὶ τοῦ πολεμεῖν ἠναγκάζετο. Ὁ μὲν οὖ ταῦτα· οἱ βάρβαροι δὲ παρὰ(6) τὰς ὀλκάδας σκηνώσαντες, ἐν ἀσμάσιν ἐπαννύχιζον καὶ αὐλοῖς, ὥστε τὸν Ἀτρέως, ὅποι ἂν ἐβλεψε(7), δυσχερεῖ θέα περιπεσεῖν, τοῦ μὲν ναυστάθμου τοὺς Ἕλληνας ἔχοντος ἐν ἀθυμίᾳ καὶ σιωπῇ, τοῦ δὲ πεδίου τοὺς Τρῶας ἐπινίκιον ἄγοντας ἑορτὴν(8). Ὦ νυκτὸς ἐκείνης οὐδὲ τὸν Νέστορα καθεύδειν ἐώσας! ὦ τῆς ἐπιούσης ἡμέρας χαλεπωτέρας τοῖς Ἕλλησιν! οἱ γὰρ ὀπλῖται καὶ τοξόται τῶν Τρῶων τραυματίας εἵργασαντο τῶν Ἀχαιῶν τὰ κεφάλαια(9)· καὶ συνέστησαν μάχαι τινὲς Ἀγαμέμνονος τετρωμένου(10) καὶ Διομήδους(11), βασιλέως