Ancient Greek
278.9
Choricius Rhet. et Soph., Opera 278.9
Unproofread scanNot analysed yet
(9) P, ὁ δὲ Πριάμου. ὅς καὶ τὴν Ἀλεξάνδρου πρὸς Ἀγαμέμνονα σωτησίαν παραθέσιν, εἶτα μόνῳ τῷ Μενέλεω μόνον τὸν Ἀχιλλέα παραβαλὸν, μειζονά σου (1) δεῖξαι τὴν ἀτιμίαν πειράσεται, οὕτος σοφίζεται μὲν εὐπρεπῶς, ἀλώσεται δὲ καχοργῶν. Ἡ γὰρ εἰς (2) τὸν Μενέλεων, ἥνινα πρὸς τὸν Ἀλέξανδρον ἐπρέσβευσεν, ὑβρις (3), διὰ σοῦ τε καὶ τῶν Ἑλλήνων ἀπάντων διέρχεται · ἡ γὰρ ἀτιμία τοῦ πρεσβευτοῦ πάντων (4) ὑπάρχει τῶν ἐκπεμφάντων, καὶ διὰ ταύτης ὁ Πάρις ἐκήρυξεν ὡς καταφρονεῖ μὲν τῆς Ἀχιλλέως ἀνδρίας (5), ὑπερορᾷ δὲ τὴν Αἴαντος ῥώμην (6), οὐ δέδοικε δὲ τὸν σὸν ἑταῖρον ἐμέ, βραχὺς δὲ λόγος αὐτῷ τοῦ Διομήδους φρονήματος, οὐ ψεύγει δὲ τοῦ Ἀοροῦ τὴν ἑξύτητα, καὶ τῶν Ἀτρεϊδῶν οὐ τιμᾷ τὴν ἀξίαν, καὶ τῶν Ὀδυσσέως λόγων καταγελᾷ (7), καὶ τὴν Νέστορος εὐβουλίαν ἐν ἀμελείᾳ ποιεῖται, καὶ τῶν ὑπολοίπων τὸ πλῆθος ἀφόδως ὁρᾷ.