Ancient Greek
280.2
Choricius Rhet. et Soph., Opera 280.2
Unproofread scanNot analysed yet
Βούλομαι οὖν σε καὶ τοῦ προγόνου Διὸς ζηλωτὴν ἀποδειξαι πειυσάμενον τῆς ὀργῆς. Λέγεται γὰρ ἀφορτῶ(4) ποτὲ τῆς Ἑλλάδος λιμῷ τρυχομένης, τὸν Ἀιαχὸν προσευξάμενον τῷ Διὶ τὸ κακὸν ἀπελάσαι(5). Καταβαίνει τοίνυν ἐξ οὐρανοῦ σοι φιλανθρωπίας εἰχὼν, εἰς ἣν ἀποβλέπων θεάση τὸν Δία, θυμούμενον (6) μέν (δεῖχνυσι γὰρ τὴν ὀργὴν ὁ (7) λιμός), παυσάμενον δὲ καὶ διαλλαγέντα τοῖς Ἕλλησι. Ζηλώσεις οὖν εἴτε τὸν Δία τὸν πρόγονον, εἴτε τὸν παῖδα τοῦ Διὸς, τὸν Ἀπόλλω. Μὴ γὰρ σὐν μικρὸν εἶναι συγκαταλέγεσθαι σωτῆρσιν Ἑλλήνων θεοῖς, εἴπερ τὸν λιμὸν μὲν ὁ Ζεὺς ,ὁ δὲ Ἀπόλλων ἐπαυσεν τὸν λοιμὸν, σὺ δὲ (8) τὸν Ἔκτορα, χαλεπώτερον ὄντα τοῖς Ἀχαιοῖς συναμφότερου νοσήματος. Μαίνεται γὰρ πως(9) τῷ μεγέθει τῶν πεπραγμένων· καὶ τὸ θαρρεῖν λαβεῖν παρὰ σοῦ, μὴ νήφων, ὡς εἰχὸς, ἐπιλέλησται, πρόφασιν δὲ εἶναι(10) τὸν Ἀγαμέμνονα. Καὶ τοσοῦτον ἡμᾶς ἔχεινος διέπτυσεν, ὥστε