Ancient Greek
282.2
Choricius Rhet. et Soph., Opera 282.2
Unproofread scanNot analysed yet
Ἦν μὲν οὖν καταγέλαστος ἡ Ἕλλας ἡρεμούσα καὶ φέρουσα σιωπὴ τῆς Ἑλένης τὴν ὕβριν · δειλίας γὰρ ἐντεῦθεν ἐδέχετο φόγον, φόβω τὴν ἡσυχίαν ἄγειν δοκοῦσα (7) · πλὴν ἡσυχάζουσα μᾶλλον μετριαν εἶχεν (8) αἰσχύνην ἢ κακῶς ἀπαλλάττουσα · τὸ μὲν γὰρ ὑποψία (9), τὸ δὲ ἀπόδειξις ἀνανδρίας (10). Καὶ τότε μὲν ἴσως οἱ Τρῶες οὐ λίαν ἔχων ἀφόβως · ἀλλὰ πᾶς ἑαυτόν, καὶ τὸν πλησίον ἕκαστος, καὶ πάντες ἀλλήλους ἐτάραττον ,τοὺς Ἕλληνας ἐννοοῦμενοι · «ἢ γὰρ ἐστράτευσαν ,ἢ γὰρ πολέμω τὴν «ἄρπαγὴν ἐσφρόνισαν. Εἰ μὴ σμικρὸν αὐτοῖς ἔδοξε μία γυνή, οὐ πο- «λιορκία καὶ κίνδυνος περιεστήκει τὴν Τροίαν (11) ; μηδεὶς τοίνυν «τὴν (12) Ἀλεξάνδρου παροινίαν ζηλώσῃ, μὴ τῷ δευτέρῳ τολμήματι τὸ