Ancient Greek
285.1
Choricius Rhet. et Soph., Opera 285.1
Unproofread scanNot analysed yet
πολιν και μὴ (¹) οὐ γὰρ τοὺς ἡμετέρους ἰδρώτας ἔκεινος καρποῦται. Τὰ μὲν παρόντα σοι, ταῦτα· τὰ δὲ μέλλοντα, μείζονα. Σπενοδομένου γὰρ σου καὶ μετέχοντος τῆς συμμάχιας, πάλιν Ἕλληνες ὑψηλοὶ, πάλιν εἰς γῆν οἱ βάρβαροι νεύσουσι (²), καὶ πρὸς τὴν προτέραν αὐτῶν δειλίαν (³) ὑποστρέψαντες, αἰσθήσονται τὴν ἤδη συμβάσαν αὐτοῖς εὐπραγίαν οὐ τὸν οἰκεῖον κατορθώσαντα στρατηγόν (οὕτω γὰρ ἱπάγνεται νῦν), ἀλλὰ τὴν σὴν ἐργασαμένην διάστασιν· ὥστε καὶ τοῖς ἤδη σοι πεπραγμένοις καὶ τοῖς παρὰ τὴν σὴν ἀπουσίαν ἑλληνικοῖς ἀτυχήμασι (⁴). καὶ ταῖς ὑστερον οἰχομέναις (⁵) ἀνδραγαθίαις, ὑπὸ σοὶ φανήσεται (⁶) μόνῳ τοῦ πολέμου τὸ κράτος (⁷).