Ancient Greek
286.7
Choricius Rhet. et Soph., Opera 286.7
Unproofread scanNot analysed yet
5 P, αὐτῶν. . . . περαιούμενον. καχῶν, ὧν ἐγὼ θeatῆς γεγονὼς, ἐκ τῆς Εὐρυπύλου 1 σκηνῆς (νῦν γὰρ ἀνεμνήσθην 2 ἐκείνου μετέχοντος τοῦ καταλόγου τῶν τετρωμένων), ἥκω δεδαχρυμένος εἰκότως 3 ἀξίῃ μάχην ἰδὼν, ἣν ἔξεστι μὲν ἱππο-μαχίαν, ἔξεστι δὲ ναυμαχίαν 4 καλεῖν. Τίς οὖν ἐστιν αὕτη; τῶν ὀλκά-δων ἐπιβάντες οἱ Ἕλληνες πρὸς τὴν ἵππον ἐπολέμουν τὴν Τρωϊχήν· εἰς τοῦτο ἀνάγκης αὐτοῖς περιεστήκει τὰ πράγματα. Εἴτα σοῦ πείραν οὕτω σαφῆ καὶ λαμπρὰν εἰληφότες καὶ μειζῶν ληψόμενοι 5, τὴν ἐκ τῶν ἔργων ὀφειλομένην σοι δόξαν τῷ Μυκηναίῳ δωρήσονταί· πόθεν; Ἄλλ' εἰ τις ἄρα σοὶ τῆς εὐχλείας γενήσεται 6 κοινωνός, ὁ σός 7 ἑταῖρος ἐγὼ καὶ συνήθης μέρος τι κτήσομαι 8, καὶ θρυλλήσουσιν ἅπαντες μᾶς εἶναι ξυνωρίδος φιλάτατῆς τὴν ἄλωσιν, τοῦ μὲν πολεμεῖν συμβουλεύσαν-τος 9, τοῦ δὲ γενναίως ἡγωνισμένου.