Ancient Greek
289.1
Choricius Rhet. et Soph., Opera 289.1
Unproofread scanNot analysed yet
ἀλαζόνα, τὸν ὑβριστὴν Ἀγαμέμνονα, σὺ τὸν ἡτυχηκότα, τὸν1 ἱκέτην σαυτῷ διατύπωσον. Κἂν εἴπῃ2 τὴν ἱκετείαν οὐ τῆς Ἀγαμέμνος εἶναι προαιρέσεως ἔργον, ἀλλὰ τῆς ἀτυχίας ἐκείνου, ἐροῦμεν αὐτῷ · Τοῦτο γὰρ ἐστὶ τὸ μείζον · εἰ γὰρ, τῶν πραγμάτων καλῶς φερομένων, τὴν σὴν ἐκεῖνος ἠγάπησεν εὐνοιαν, τυχὸν ἂν ὑποπτον ἦν3 μὴ ποτε πάλιν, ἑτέρας φιλονειχίας λαβόμενος, ἀτιμάσῃ σε. Ἐπεὶ δ’ οὖν ἀπαιτήσαντί σοι ἀπέστη τῶν Ἑλλήνων4 ὁ Ζεὺς, μᾶλλον δὲ πρὸς τοὺς Τρώας μετέστη, σοῦ διαστάντος τῶν Ἀχαιῶν, εὐλαβήσεται τι ποιεῖν5, ἐξ ὧν ἡγεῖται λυπήσειν, ὑπερόπταις φυλάττων τὰς ἐξ ὧν πταλεῖ προφάσεις.