Ancient Greek
297.3
Choricius Rhet. et Soph., Opera 297.3
Unproofread scanNot analysed yet
ζ´. Ἦν Ἄδωνις (⁴) τὸ μειράκιον · εἰ μὲν φύσει καλός, μελέτω λέγειν τῷ μύθῳ. . . Ἔμελε δὲ τῷ νέῳ ἀμφὶ τε κυνηγεσίας καὶ θήρας πλανωμένῳ. Ἡ δὲ Ἀφροδίτη παροῦσα τούτῳ πολλάκις, καὶ κύνας ἔχε, καὶ ἤπτετο (⁵) δόρατος· καὶ ὁ μὴ φύσις ἐδίδου πόθος ἐπαίδευε. Καὶ ποτε τὸν νέον περὶ θήρας ἠσχολημένον ἠπάτα μὲν ὁ Ἄρης (οὐ γὰρ παρῆν Ἀφροδίτη), καὶ κρύπτει τὴν θεάν (⁶), καὶ ὅς ἄγριος ἐδόκει. Καὶ ἔκειτο μειράκιον. Ὁ περὶ τούτου δὲ λόγος εἰς Ἀφροδίτην ἐλθὼν, ἐπλήγῃ μὲν αὐτίκα τὴν ἀκοὴν ἡ θεός · ὡς εἶχεν (⁷) ἔρωτα · σεσοθμμένη πάθει καὶ ἔρωτι · δεινὰ δὲ ἄρα καὶ πόθος ἀποινωθεῖς (⁸) καὶ πένθος ἐπ’ ἔρωτι. Ἔτυχε δὲ γυμνὴ τῷ ποδὶ εἰς ἴτυν (⁹) τοῦ ῥόδου · ἡ μὲν γὰρ ἐπέμεινεν ἀγνοοῦσα · λογισμοῦ γὰρ παθόντος, καὶ βλέπων οὐχ ὁρᾷ, καὶ ἀκούων ἠγνόηκεν. Ὡς οὖν ἐπέβη τοῦ ῥόδου, ταῖς περὶ αὐτὸ (¹⁰) ἀκάνθαις ἀμύτ-