Ancient Greek
306.2
Choricius Rhet. et Soph., Opera 306.2
Unproofread scanNot analysed yet
να'. 'Εγὼ μὲν τὰς (1) ἐν κάλλει διαφερούσας ἡγοῦμαι μᾶλλον ἀχέραιον τὴν εὐὴν τοῖς ἀνδράσι φυλάττειν, ἢ τὰς εἴδος ἔχούσας κακόν (2). Θορυβεῖτέ μοι (3) τὸν λόγον ὡς οὐ πιθανῶς εἰρημένον. Παράδοξον τὸ λεχθέν, οὐ μὴν ἀληθείας ἀλλότριον. Αἱ μὲν γὰρ παρὰ τῶν ἀνδρῶν, ὡς εἴκός, ἀγαπώμεναι, τὸ ἴσον ἀποδιδόασιν, εὖνοοῦσαι τε σωφρονοῦσιν (4) · αἱ δὲ καταφρονοῦμεναι (5) μὲν, ἀδυνατοῦσαι δὲ σωφρονεῖν (ὀλισθηρὸν γὰρ τὸ θῆλυ, μὴ παρούσης εὐνοίας ἀνδρός), ἢ καὶ ἀμύνασθαι τοὺς συνοικοῦντας οἴόμεναι, πρὸς τὰς ἔξω (6) βλέπουσιν ἡδονάς.