Ancient Greek
330.2
Choricius Rhet. et Soph., Opera 330.2
Unproofread scanNot analysed yet
Διὰ ταῦτα οὖν σοι καγὼ θέρους μὲν Λάκων τε καὶ δεινός, χειμῶνος (cod. χειμῶν) δὲ λάλος καὶ ἀττικὸς. Περὶ Λακῶνων βραχυλογίας. —Ὅτι οἱ Λάκωνες βραχυλόγοι εἰσί. Γράψαντος γὰρ Φιλίππου ἐπιστολὴν πρὸς αὐτοὺς τραχεῖαν, οὐδὲν ἕτερον ἀντέγραψαν ἢ τοῦτο · «Λακεδαιμονίοι Φιλίππῳ · Διονύσιος ἐν Κορίνθῳ ». Καὶ πάλιν γράψαντος ὅτι «Διαβήσομαι πρὸς τὴν χώραν ὑμῶν καὶ ἀφανίσω αὐτήν »,οὐδὲν ἕτερον ἀντέγραψαν ἢ τοῦτο · «Αἴχα »,τούτ ἐστιν ἐάν. Δημητρίου δὲ τοῦ βασιλέως ἀγανακτοῦντος ὅτι ἕνα πρέσβυν (sic cod. Plutarchus, πρεσβευτήν) ἀπέστειλαν πρὸς αὐτόν, οὐδὲν ἕτερον ἐφήγετο ὁ πρεσβεύων, ἀλλ’ ἢ «Ἕνα ποτὶ ἕνα ». Καὶ πάλιν γράψαντος Φιλίππου ἐπιστολὴν πρὸς Λάκωνας, ἐν ᾗ ἐπέτασσε τινα ποιῆσαι, οὐδὲν ἕτερον ἀντέγραψαν ἢ τοῦτο · «Περὶ ὧν ἄμμι ἔγραψας, οὔ »(laconicum magis responsum refert Plut. l. l. 21, ΟΥ). Ἀντιπάτρου δὲ παῖδας αἰτοῦντος ὑμῆρους, ἀπεκρίναντο · «Παῖδας μὲν οὐ δώσομεν, ἵνα μὴ ἐκτὸς γένωνται τῆς πατρῴας ἀγωγῆς, γύναια δὲ καὶ πρεσβύτας διπласίους ».