Ancient Greek
367.1
Choricius Rhet. et Soph., Opera 367.1
Unproofread scanNot analysed yet
τὰ τῆς πόλεως, ἀλλὰ καὶ τὰ τῶν ἄλλων Ἑλλήνων πράγματα ἡξίουν πράττειν κατὰ τοὺς νόμους, καὶ οὐδὲν ἔξω νόμων καὶ δικῶν ἦν, τῶν παλαιῶν Ἀθηναίων ψηφισμένων, ὑμεῖς δὲ καὶ τῶν δικαίων ὀλιγωρήσετε. Πῶς γὰρ οὐ γελοῖον Ἰωσὶ μὲν καὶ Κορινθίοις οὐκ εἰσχωμάζαι τοῦτο τὸ κακόν, ἀλλὰ τοὺς νόμους ἀντὶ βωμοῦ κρατεῖν, ὑμᾶς δὲ οὕτως αἰσχρῶς τὰ δίκαια προδιδῦναι; Οὐχ ὁρῶ δὲ ἄνθ’ ὧν, ὦ Ἀθηναῖοι. Οὐ γὰρ ἐκεῖνό γ’ ἂν ἔχοι τις εἰπεῖν, ὡς ἐπὶ τῶν προγόνων ἀνέστη τῶν ὑμετέρων, καὶ οὐχ ἂν, εἰ κάκιστος ἦν. Οὐδὲν γὰρ ἔρει πρὸς τὸν λόγον. Ἐγὼ γὰρ περὶ τοῦ βωμοῦ οὐκ ἂν διισχυρισαίμην, εἰτε δεῖ καταλύειν αὐτόν, εἰτε σῴζειν· οὐ γὰρ ὑπὲρ τῶν νόμων μᾶλλον ἢ κατὰ τῶν νόμων ἐστήξει καθ’ ἑαυτὸν αὐτός· ἀλλὰ τὸν ἐπὶ τούτῳ νόμον φημὶ λύειν δεῖν, δὲ γλῶσσαν ἐδῆσε δικασταῖς καὶ νόμους ἀργούς ἐποίησεν, ὃν οὐδ’ ἐπὶ τῶν προγόνων ἔχοι τις ἂν εἰπεῖν τεθῆναι (cod. τεθῆναι.) τῶν ὑμετέρων· οὐ γὰρ οἱ αὐτοὶ τὸν μοιχὸν φονεύειν τε ἡξίου καὶ σῴζεσθαι· ποθεν; οὐδὲ τῶν αὐτῶν, νόμων νῦν μὲν φροντίζειν, νῦν δὲ ὑπερορᾶν, εἰ μὴ καὶ ἐμαίνοντό γε. Ἄλλ’ ἦν, οἶμαι, νόμος ὑπὲρ τῶν ἀξίων ἐλέου, ὡς καὶ τοῦνομα δίδωσιν εἰκάζειν· ἐλέου δὲ οὐχ οἱ ἀδικοῦντες ἀξιοί, οὐ γὰρ ἂν, οὐδὲ(ἵ. οἵ γε) ἐμισοῦντο παρὰ τῶν νομοθετῶν. Οὐ τοίνυν ὑπὲρ τούτων ὁ Βωμὸς, ἀλλ’ ὑπὲρ τῶν ἀδικοιμένων, ὑπὲρ τῶν κακῶς πραττόντων, μηδὲν προηδικηκότων. Ἡ οὐχ ἴστε, ὦ Ἀθηναῖοι, ὡς τούτου τοῦ μέρους ἀεὶ τοῖς νομοθέταις ἐμέλησε, καὶ ὑπὲρ τῶν ἀδ· χοιμένων καὶ γόμοι καὶ δικαστήρια παρ’ αὐτῶν ἐνομοθετήθη τοῖς Ἕλλησι, καὶ δεσμωτήρια δὲ καὶ πληγαὶ καὶ τὰ παρὰ τῶν νόμων ἅπαντα οὐδενὸς ἕνεκα τῶν ἄλλων εἰς τὴν πολιτείαν εἰσῆλθεν ἢ τοῦ μηδένα ἀδικοῦμενον εἶναι; Εἰ τοίνυν τὸν νόμον τοῦτον κύριον ποιήσετε, καὶ τοῖς ἀδικοῦσι καὶ πλεονεκτοῦσι χαριεῖσθε, ὁρᾶτε μὴ τάναντία τοῖς προγόνοις βουλευσῆσθε. Καὶ πῶς οὐχ αἰσχρόν; Ἄλλ’, ὦ Ἀθηναῖοι, αἰδεσθῆτε ὑμετέρους προγόνους, τὴν πόλιν, τοὺς ἄλλους Ἕλληνας. Λύσατε τὸν ἐπὶ τῷ βωμῷ νόμον. Μηδεὶς ἀδίκων δικαῖος γεγονέτω διὰ τὸν βωμόν, μηδ’ ἐλευθερούτω τὸν ἀκολαστον τῶν νόμων αὐτὸν εἰς τὸ δικαστήριον ἀγόντων. Ἀπόδοτε τῷ Σόλωνι τὴν παρρησίαν· ἢ παρ’ ἐκείνου ψῆφος ἔστω κυρία· οὐδεὶς ἀδικήσει, οὐδεὶς κακῶς τὸν πέλας ἔρει, πάντας σωφρονήσει τὸ δικαστήριον, οὐδὲ βωμοῦ δεήσεται τις τοῦ παραιτησομένου. Παράδειγμα δὲ ἡ πόλις ἔστω ταῖς ἄλλαις τοῦ φυλάττειν τοὺς νόμους· τοῦτο δὴ τοῦπιχώριον.