Ancient Greek
37.2
Choricius Rhet. et Soph., Opera 37.2
Unproofread scanNot analysed yet
Τοιούτοις ἐγὼ λογισμοῖς ἐμαυτὸν ἱασάμην, καὶ τὴν μεγίστην οὕτω παραμυθίαν προσέθηκα. Ἀπῆλθε καὶ Δημοσθένης τὴν αὐτὴν τῷ τεθνεῶτι βεβιωκὼς ἡλικίαν (5), ὁ τὰς Ἀθήνας, ὁ τὴν Ἑλλάδα τῇ γλώττῃ φυλάττων, ὁ πρὸς τὸ Φιλίππου (6) χρυσὸν πόλεμον ἀκήρυκτον πολεμῶν, ὃς οὐκ ἀπεῖπε πρὸς φάλαγγα προδοτῶν ἀνθιστάμενος, ὃν Ἐρμοῦ λόγιον (7)