Ancient Greek
39.3
Choricius Rhet. et Soph., Opera 39.3
Unproofread scanNot analysed yet
Ἔθηκε νόμον ὁ χρόνος ὀδυνηρὸν γυναῖξί. Τίς οὖν οὗτος ἐστίν; Ἐπειδὰν ἄνθρω γίνηται τελευτή, οὐ τῇ κινήσει τοῦ πάθους ἀρκοῦνται πρὸς ὀδυρμόν, οὐ τῇ γυναικεῖᾳ φύσει ῥαδίως καταφερομένη πρὸς δάκρυα· ἀλλὰ μισθοῦνται τινὰ θρήνους αὐταῖς ἁδούσας· ἢ δὲ τῇ συμφορᾷ φλεγομένης μᾶλλον ἐξάπτει, καθάπερ ἂν εἴ τις ἔλαιον ἐπιβάλλοι πυρί. Καὶ χρεῖττων αὐτὴ τὴν τέχνην, ἢ μείζους ἐπισταμένη κινεῖν οἰμωγὰς, καὶ τὰς ταλαιπώρους γυναῖκας δακρύων μισθὸς ἀπαιτεῖ. Τοῦτο τοίνυν ἔσβεσας εὖ ποιῶν (*),ἐλεεινὸν ἠγησάμενος μηχανᾶσθαι προσθήκην ταῖς ἐμφύτοις ὀδύναις. Τοιούτων οὖν χρηδεμόνα λαχόντες ἐπικουφίζεσθε τῆς ἀθυμίας (*),καὶ τῇ πατρίδι συνεὔχεσθε τοῦδέ τε χρόνον ἀπολαῦσαι μακρὸν (*),καὶ παραπλησίους ἐνεγκεῖν τῷ τεθνεῶτι πολίτας.