Ancient Greek
42.3
Choricius Rhet. et Soph., Opera 42.3
Unproofread scanNot analysed yet
Ἐν τούτοις μὲν ἦν ἡ πόλις καὶ τὸ ἄλσος αὐτῆς. Εἰ δὲ τότε Δελφοὺς ἔχων ἐτύγχανεν ὁ Ἀπόλλων, καὶ τις ἐπύθετο τοῦ θεοῦ τίνα τρόπον αὐτῷ τὴν πορθουμένην ἴσονταί(4) καὶ τὴν ἐκείνης ἀρχούσαν πόλιν, ἀνεῖλεν ἂν δυοῖν ἰατρῶν δεῖσθαι, τὴν ψυχὴν(5) ἀγαθοῦ βασιλέως καὶ στρατηγοῦ παραπλησίον τὴν γνώμην, τοῦ μὲν ὀρθούντος τὰ πεπτωκότα, τοῦ δὲ τὴν τῶν ἠτυχηκότων ἐνδείαν θεραπεύοντος. Ταῦτα ἐγρήσεν ἂν, εἴγε μάντις ὑπῆρχεν ὁ Πύθιος. Ὁ μὲν γὰρ ὤρεξε(6) χεῖρα τῇ πόλει πλουσίαν, ὥστε μηδὲ εἴ ποτε πέπτωχε προσελθόντα τινὰ(7) ῥαδίως αἰσθέσθαι, καὶ τῷ ἄστει τὸ πρότερον ἀπένειμε κάλλος, οὐ συγχωρήσας τῇ γῇ καὶ ταύτῃ καλύψαι τὴν Δάφνην, ὥσπερ πάλαι τὴν ὁμώνυμον χόρην.