Ancient Greek
44.3
Choricius Rhet. et Soph., Opera 44.3
Unproofread scanNot analysed yet
Οὕτω τὰ Παλαιστινῶν πράγματα παραδέδωκας τοῖς τὴν αὐτὴν μετὰ σὲ παρεληφόσιν ἀρχὴν. Οἱ δέ, τοιούτων αὐτοῖς ὑπαρχόντων παραδειγμάτων, ὥς μὲν τοῖς ὑμετέροις ἵχνεσιν ἐπτοντο (1), τῶν ὑπηκόνων ἀμέμπτως ἐκράτουν· ἐπεὶ δέ, τὰ πάντα (2) σε μιμεῖσθαι πειρώμενοι, λεπτομένην εὕρον τῆς προθυμίας τὴν δύναμιν (χρείττω γὰρ ζήλου τὰ σά ),τότε σοῦ (3) τῶν ἰχνῶν ἔξω πλανώμενοι, εἰκῇ τὰ τῶν ἀρχομένων ἴθυνον πράγματα, ὥστε δοκῶ μοι τὴν τύχην εὐνοίᾳ τῇ περὶ σὲ τῶν αὐτῶν ὑπηκόνων ἑτέρους καταστῆσαι δεσπότας. Εἰ μὲν γὰρ ἄλλος οὐδεὶς ἐπὶ τὴν αὐτὴν μετὰ σὲ παρῆλθεν ἀξίαν, ἀδηλον ἦν εἰ μόνον τὸ σὸν ἴσχυε φρόνημα τοὺς ἑχθροὺς ἡμερῶσαι καὶ βιάσασθαι (4) σωφρονεῖν· νῦν δὲ μαρτυρία προῆλθεν ἐπὶ σὲ μόνον τὴν δλὴν ἀναφέρουσα πρόφασιν. Τοὺς μὲν οὖν πρὸ τῆς ὑμετέρας ἀρχῆς τῶν αὐτῶν ἡγησαμένους πραγμάτων οὐδὲν θαυμαστὸν κατόπιν σου γενέσθαι τῶν (5) ἀρετῶν· οὐ γὰρ εἶχον ὅντινα δεῖ μιμησάσθαι· τὸ δὲ τοὺς ὕστερον ἀρχοντας ἀπολείπεσθαι δεῖκνυσιν εἰς πᾶσαν ὑμᾶς νικῶντας παράθεσιν, ὡς ἐξεῖναι σοι πανταχόθεν εἰκῶτος μέγα φρονεῖν, ἐκ μὲν τῶν προλαβόντων, ὅτι τούτους παρέδραμες οὐ μετρίως, ἐκ δὲ τῶν μετὰ σὲ τὴν ἀρχὴν εἰληφότων, ὅτι μιμήσεως χρείττων ἐφάνης.