Ancient Greek
45.3
Choricius Rhet. et Soph., Opera 45.3
Unproofread scanNot analysed yet
Ἕτερον τοίνυν κατορθώμα τὸ λεχθὲν διαδέχεται. Νομᾶδων γὰρ ἀλλοφύλων τοὺς ἡμετέρους καταθεόντων καὶ ληϊσαμένων τὸ προπτυχὸν, καὶ τὴν λείαν ἐν ὄρει θεμένων, ὥσπερ τῆς ἀδικίας, εἰ χωρίον ὑψηλὸν καταλάβοι, βεβαίως ἰδρυμένης τοῖς κειτημένοις, οὕτω τούτων ἐν μετεώρῳ διατριβόντων (⁵), ἕτερος μὲν ἐτύγχανε στρατηγῶν (⁶) · οὐ γὰρ ἂν ἐπράχθη τὸ τολμηθὲν · τοσαύτην δὲ τῇ χρείᾳ βοηθὴν ἐχορήγησας, ὥστε τῶν εἰργασμένων τὴν εὐκλειαν, καταλιποῦσαν τὸν στρατηγὸν, ἐπὶ σὲ μεταστῆναι, καὶ ταῦτα φιλοῦσαν τοῖς ἡγουμένοις ἀκολουθεῖν.