Ancient Greek
46.3
Choricius Rhet. et Soph., Opera 46.3
Unproofread scanNot analysed yet
Οὐ τοίνυν μόνον τῆς τῶν πολέμων ἀπαλλαγῆς ἔχουσί σοι (7) χάριν αἱ πόλεις, ἀλλὰ καὶ τῶν ἐν εἰρήνῃ τερπνῶν. Οὐ γὰρ ἔστι γλυκεῖαν ἄγειν εἰρήνην ἐν ὑποψίᾳ πολέμου. Ἡ γὰρ ἐλπίς εἰσιούσα τὸν λογισμὸν, κἂν βούληταί τις αὐτὸς ἑαυτὸν ἀπατήσας ψυχαγωγεῖν, αὐτὴ παρακαθημένη καὶ στένουσα (8) καὶ φοβερὰς ἀναπλάττουσα (9) φαντασίας, γῆρας οὐδαμῶς ἐλεουμένον, χόρην ὑδριζομένην, ἐλχόμενον εἰς δουλείαν παιδίον, ἀγομένην ἐκ παστάνδος γυναῖκα · τοιαῦτα τοίνυν ἐνεικονίζουσα τῇ ψυχῇ, στρέφει τε καὶ φοβεῖ καὶ πρὸς ἀθυμίαν ἀνθέλκει. Οὐκοῦν ἡ Λεσβίων πανήγυρις ἡδονὴν εἶχεν αὐτοῖς, ὅτε πόλεμος Ἀθήνηθεν ἤπειλειτο τῇ νήσῳ (10).