Ancient Greek
47.1
Choricius Rhet. et Soph., Opera 47.1
Unproofread scanNot analysed yet
τις ἐκεῖθεν ἐμὸς φοιτητής. Οἶδα τὸν νέον ὃν ἐναγχὸς μοὶ συνέστησας, ὅ γνωρίσμα μέγιστον ὁ πατήρ. Οὗτος, ἐμοῦ διηγουμενοῦ ὅπως διένειμας τοῖς αὐτοῦ πολίταις τοὺς φόρους, ἀνέμνησέ με τοῖς περὶ σοῦ λεγομένοις Ἀριστείδου τοῦ Λυσимаχοῦ. Ἐκεῖνος τοῖς νησιώταις τάξας 1 τὸ σύμμετρον, ἂν ἐπεδείξατο 2 τοῖς Ἕλλησιν ἀρετήν, ταύτην ἔλαχεν ὄνομα 3. Καὶ σὺ τῶν Ἀρραβίων ἑκάστῳ τὴν ἐπιβαλλούσαν 4 διώρισας οὕτω μοῖραν, ὥσπερ εἰς λόγους ἐλθὼν πρὸ τῆς Τύχης τῶν 5 οἰκτηρῶν καὶ παρ' ἐκείνης ἀκηκώς ὅσους μὲν ἐδωρήσατο πλοῦτον, ὅσους δὲ περιόρᾳ πενομένους, καὶ τίνες ἑκατέρου τῶν ἄκρων ἐν μέσῳ. Οὔτε γὰρ οἴκτῳ τῶν δεομένων ἠδίκησας τὴν πλοῦτου μερίδα, οὔτε χάριτι τῶν εὐπορούντων τοὺς ἐν ἄνδείᾳ προσηὴς ὑπεριδεῖν, οὔτε τῶν μέσων τὸ πλήθος αἰδοῦμενος ἐλυμήνω τοὺς ἑκατέρωθεν τεταγμένους.