Ancient Greek
48.2
Choricius Rhet. et Soph., Opera 48.2
Unproofread scanNot analysed yet
αἱ γὰρ ἐλπίδες οὐ παραγίνονται πράγμασιν ἐναργῶς ἀμηχάνοις. Ἄττικὸς μὲν οὖν ῥήτωρ μέγα φρονεῖτω, ὅτι ,νόμῳ τὰς λειτουργίας πρὸς τὴν ἑκάστου μετρήσας οὐσίαν, πολλὰ τῶν εὐπόρων αὐτῷ δῶσειν ὑποσχόμενων μὴ τιθέντι τὸν νόμον, ὁπίσω τοῦ δικαίου τὰς ἐκείνων ἔθετο δωρεὰς 1· οὗτος μὲν ἐπὶ τούτοις μέγα φρονεῖτω· σοὶ δὲ μείζων ἐκ τῆς Ἀρραβίων ἔρχεται κόσμος. Τὸ γὰρ μὴ δύναι τολμήσαι τοῦ δεδιωκότος 2 ἀποτυχεῖν τιμιώτερον · νίκη γὰρ 3 ἀθλητοῦ λαμπροτέρα, πρὸς ὃν οὐδεὶς ἀποδύεται.