Ancient Greek
50.3
Choricius Rhet. et Soph., Opera 50.3
Unproofread scanNot analysed yet
Εἰ μὲν οὖν ἄχρι Παλαιστίνης (¹) τὰ τοῦ στρατηγοῦντος εἰστήκει πλεονεκτῆματα, ἑτέρωσε δὲ που τῆς γῆς οὐκ ἑροῖτα, ἴσως ἂν ὑπομὶα τις ἦν (²) τοῖς οὐ λίαν αὐτὸν βουλομένοις θαυμάζειν ὡς ἐμπειρίᾳ πράγματων ἐπιχωρίων τοὺς ἄλλους ἀπέκρυψε στρατηγοὺς, οὐ πλείονι συνέσει καὶ προθυμίᾳ καὶ τῷ βέλτιον ἄρχειν εἰδέναι· ἐπεὶ δὲ σαυτῷ παραπλήσιος ὤφθης ,. ἀπεῖπεν ἡ λοιδορία ζητοῦσα προφάσεις. Οὐχ οὕτω Λύσανδρος ἐκεῖνος ὁ Λάκων· ἀλλ’ οἶκοι μὲν ἦν ἀνὴρ ἀγαθὸς καὶ αὐτὸς σπαρτιάτης (³), Ἰωνικοῖς δὲ πράγμασιν ἐγχειρῶν οὐδαμῶς ἐλακωνίζεν, οὐδὲ διετέλει βιοτεύων ἐν τῷ καθεστῶτι τρόπῳ (⁴)· ὥστε καὶ ἐπέσκωψέ τις ἄγαν ἀστείως, ὅτι τῆς Σπάρτης οἱ λέοντες ἔξω τῆς ἐνεχοῦσης ἀλώπεκες γίνονται (⁵). Ἀλλὰ καὶ Πausανίας ἑτερος Λάκων οἴκοθεν ἐξίων εἰς Μηδικὴν πολυτελείαν καὶ τρυφὴν ἐξ εὐκοσμίας Λακωνικῆς ἀπηνέχθη (⁶) ,καὶ τὴν ἐπιχώριον ἕσθητα ρίψας, τῇ βαρβάρων ἐχρῆτο, καὶ τυραννίδος μίμησις ἦν ἡ στρατηγία.