Ancient Greek
56.1
Choricius Rhet. et Soph., Opera 56.1
Unproofread scanNot analysed yet
ΕΠΙΤΑΦΙΟΣ ΜΑΡΙΑΣ. τρί(*) πᾶσαι μὲν τῆς τεκοῦσης μιμοῦνται τὸν βίον, πλὴν ὅσον ἡ μὲν ἐν ἀστεὶ τὴν μίμησιν, αἱ δὲ τῆς πόλεως ἔξω τὸν ζῆλον ποιοῦνται(*). Θαυμάζεις τὴν τῆς τύχης περιουσίαν(3); ἐγὼ δὲ τὸ μηδὲν χούφρον γυναῖκα παθεῖν, εὐπαιδίας ἄμα καὶ πολυπαιδίας τυχοῦσαν· μᾶλλον δὲ τῶν εἰρημένων οὐδέτερον θαυμαστὸν, οὔτε τὸ πρὸς ἄξίαν εὖ πράττειν, οὔτε τὸ μέτρια φρονεῖν ἐν εὐτυχίαις εὐλόγοις. Οἴκουν ὠγκώθη(4) τῇ φορᾷ τῶν ἀγαθῶν, ἥτις οὐδὲ φωνὴν ἀφήκε ποτε σοβαρὴν, ὅταν ἱστορεῖται φθέγξασθαι γυνὴ πρεσβύτις εὐδαίμων. Ἐπειδή γὰρ Ὀλύμπια ἦν (Ὀλυμπίων δὲ ἄρα τελουμένων νενομίσται(5) μὴ παρεῖναι γυναῖκα), παραληθοῦσά τις εἰς τὸ στάδιον γραῦς, ὡς ἐπέπληξέ τις ἑλλανοδίκης αὐτή, καὶ «Τί ταῦτα ποιεῖς, ὦ γύναι, παρὰ τὸν νόμον »; ἐπύθετο, ἡ δὲ λίαν φορτικῶς, «Τίνι γάρ» ἔφη, «μᾶλλον ὀφείλεται τῆς ἑορτῆς ἀπολαῦειν(6), ἢ τῇ παῖδα μὲν ἀθλητὴν ἀγοῦσα πρὸς τὴν πανήγυριν, ἀδελφοὺς δὲ νενηκηκότας Ὀλύμπια κεκτημένη(7) »; Τοιούτων οὐδὲν εἶπεν ἐκείνη· πᾶν μὲν οὖν τοῦναντίον(8), ὅσον ἐπὶ μείζον αὐτῇ τὰ τῆς εὐπραγίας ἐχώρει, τοσοῦτον ἔχᾶλα(9) τὸ φρόνημα· ὅπερ αὐτὴν καὶ βεβαίως εὐδαίμονα διετήρησε.