Ancient Greek
59.2
Choricius Rhet. et Soph., Opera 59.2
Unproofread scanNot analysed yet
Ἐπεὶ δὲ τῶν ἑκείνης ἐμνήσθην γραμμάτων, βούλομαι τι καὶ διηγή- (2)σασθαι. Ὦφεσθε (3) γὰρ ἑντεῦθεν ἀπλῆν ὡντως γυναῖκα καὶ πραότητος γέμουσαν, καὶ πᾶσιν ἀλύπως προσφερομένην. Δυοὶν γὰρ περὶ τοῦ (4) φιλονεικοῦντων ἀλλήλοις, κατ' ὀλίγον τε αὐτοῖς, οἷα φιλεῖ, τῆς ἑρίδος αὐξανομένης, ἄνεβη τὰ τῆς φιλονεικίας μέχρι τοῦ δεσθῆναι κρίσεως ἀρχικῆς. Ἡ δὲ γράμμασιν ἀμφοτέρους πρὸς τὸν παῖδα συνέστησεν, ἑκατέρω νίκην αἰτοῦσα. Οὕτω χρηστὸν ἔχὲ καὶ ἄχαον καὶ πραγμάτων ἀπειρον ἦθος.