Ancient Greek
64.1
Choricius Rhet. et Soph., Opera 64.1
Unproofread scanNot analysed yet
ΧΟΡΙΚΙΟΥ ΜΕΛΕΤΗ ΤΥΡΑΝΝΟΚΤΟΝΟΣ (1). Νόμος (2) τὸν ἀποκτεῖναντα τύραννον ὅ τι βούλεται γέρας αἰτεῖν. Ἀνέβη τις εἰς ἀχρόπολιν ἐγχειρίδιον φέρων, ὡς ἀναιρήσων τὸν τύραννον. Ἔτυχε καὶ παρών. Ἀνεῖλεν ἐκείνου τὸν παῖδα, μόνον ὄντα τῇ φύσαντι. Ὁ πατήρ, τὸ συμβάν θεασάμενος, ἠττήθη τοῦ πάθους ὅσον ἑαυτὸν ἀποσφάξαι. Ἐντεῦθεν ὁ κτεῖνας τὸν νέον, οἷα δὴ τῷ τυράννῳ σφαγῆς αἴτιος γεγονὼς ,τυχεῖν ἀξιοῖ δωρεᾶς. Ἑτέρου τινὸς ἀντιλέγοντος ,μελετῶμεν τὸν αἰτοῦντα τὴν δωρεάν (3).