Ancient Greek
69.9
Choricius Rhet. et Soph., Opera 69.9
Unproofread scanNot analysed yet
7 A, γυνή. Ed. ,μήτηρ. σεν. Ὑπὸ γὰρ ἀμέτρου φιλοστοργίας, ὡς ἔοικεν, ἀεὶ τῷ λογισμῷ περι-φέρων τὸν παῖδα, κατηφὴ τὸν δικέτην ἰδὼν ἔστοχάσατο. Ἔπειτα θέαν εἶδε χαλεπωτέραν ὧν τε ἤκουσεν, ὧν τε διενόησεν. Ὀφθαλμοὶ γὰρ ὅσον πιθανώτεροι (1), τοσοῦτον ἀνιαρότεροι τοῖς ἀτυχοῦσιν. Ἐμίσησεν οὖν τυραννίδα (2) δι' ἣν γέγονεν ἄπαις· οὐ γὰρ ἤν ἕτερόν πατήρ. Καὶ δίκην αὐτὸς ἑαυτῷ θάνατον ὥρισεν, ἠγησάμενος τῷ παιδὶ ταύτην ὀφείλειν ὑπὲρ τοῦ φύσαντος ἐσφαγμένου. Συνέπραξε δὲ πρὸς τὴν τόλμαν αὐτῇ πάθη δύο, ψυχῆς ἀθυμία καὶ δέος, ὀδυρομένου τε τὸν υἱὸν καὶ τὴν ἐμὴν εἰκό-τως προθυμίαν εὐλαβουμένου. Εἰ γὰρ πρὶν κατορθῶσαί τι τοσοῦτον ἐτόλμων, τί ἂν ἐποίησα, τὸ θαρρεῖν ἐκ τῆς πείρας λαβών;