Ancient Greek
70.3
Choricius Rhet. et Soph., Opera 70.3
Unproofread scanNot analysed yet
Οὐκ ὧμην ἐκ τῶν νόμων σε μάχεσθαι τῷ σεσωκότι τοὺς νόμους. Τοι-γαροῦν, εἴ ποθεν λάβοιμεν οὗτοι φωνήν, φαίεν ἂν σοι δικαίως τοιαῦτα, καταδιδόντες (4)· «Ἄνθρωπε, μόλις γεγόναμεν κύριοι · μόλις ἤκομεν δεῦρο, φυγάδες πάλαι γεγεννημένοι. Ἐποθοῦμεν (5) δήμῳ ἰδεῖν, ὥρεγό-μεθ᾿ τι προσταξαί πάλιν καὶ πείσαι. Σὺ δὲ τὸ πρῶτον ἡμῶν ἀνατρέπεις (6) ἐπίταγμα, καὶ δεῖξαι φιλονεικεῖς ἀχάριστους τῷ καθελόντι τοὺς ἐπα-ναστάντας ἡμῖν».