Ancient Greek
72.2
Choricius Rhet. et Soph., Opera 72.2
Unproofread scanNot analysed yet
Οὕτως ἐγὼ φημὶ πρυτανευσαί τὴν Δίκην, πρὸς ἐλεγχον ἐναργῇ τῆς ἐκείνου κακίας καὶ παντελῆ καθαρεσιν (2) τῆς ἀρχῆς. Σκοπεῖτε γὰρ τοῦ τυράννου μὲν τεθνεώτος, τὸ μειράκιον ἑαυτὸν οὐκ ἤν εἰκὸς ἀποκτεῖναι, μακροῦ τῇ (3) νεότητι βίου προσδοκωμένου καὶ φιλοφχεῖν ἐντεῦθεν παρασκευάζοντος (4), καὶ ἅμα τῶν παίδων ὡς τὰ πολλὰ μὴ τοσαύτην νεμόντων τοῖς τίκτουσιν εὐνοιαν, ὅσης αὐτοὶ παρ᾽ ἐκείνων μετέχουσιν. Ἢν δ᾽ ἂν οὕτως ὑμῖν τὰ τῆς ἐλευθερίας ἐπισφαλῆ, μὴ πω προρρίζου (5) τῆς τυραννίδος ἐκχεκομένης· ἀνηρημένου δὲ τοῦ παιδός, οὐ ῥάδιον ἤν τὸν πατέρα φέρειν, οὐδὲ μιᾶς αὐτῷ φαινομένης ἐτι παραμυθίας, ἑτέρου τε μὴ κεκτημένου, καὶ παραδραμόντι τὴν γόνημον ἡλικίαν.