Ancient Greek
76.3
Choricius Rhet. et Soph., Opera 76.3
Unproofread scanNot analysed yet
Σὺ μὲν οὕτω μακρὰ καὶ ποικίλα ῥήματα πλέκεις· ὁ δὲ νόμος ἀπλοῦν καὶ βραχὺν ἔφη μοι λόγον· «Ὅν ἂν δύναιτο τρόπον, ἀμύνου τὸν τύραν-νον, καὶ λήψῃ τὸ γέρας»· εἰκῶς. Δεῖ γὰρ 3 τοὺς ἀγαθοὺς ἄνδρας ἐγ-χειρεῖν μὲν ἅπασιν τοῖς ὑπὲρ τῆς κοινῆς ὠφελείας κινδύνους, πειρᾶσθαι δὲ τούτους, ὡς ἔνεστι, κατορθοῦν. Οὐ πώποτε, πρὸς θεῶν, ἐπολέμη-σας 4; ἔοικας ἀνανδρος εἶναι. Οὐ πώποτε στρατιώτας εἶδες συμπλε-κομένους; οὐδὲ ὅταν ἴσως φέρεις πολέμου. Ἀθλητῶν οὐ γέγονας θεατής; οὕτοι παρὰ τὸν ἀγῶνα τῆς πάλης, ἑκάτερος ἐντεῦθεν πειρᾶται νικᾶν τὸν ἀντίπαλον, ὅθεν 5 ἑαυτῷ σύνοιδε πλείονα τέχνην. Οὕτω καὶ πολε-μοῦντες (ἄκοιη γάρ, οἶμαι, φέρεις πολέμου) τοὺς ἐναντίους χειρούμεθα, νῦν μὲν πλήθει παρασκευῆς 6 νῦν δὲ μειζόνι ῥώμῃ, πολλάκις χωρίων ἰσχύι, πολλάκις ἀπάτῃ καὶ δόλῳ· αἱ δὲ τοῦ πολέμου κλοπαὶ διπλοῦν ἄγουσι κέρδος, ἀσφάλειάν τε, καὶ νίκην ἐνδοξοτέραν τῆς ἀλογίστῳ θρασύτητι προβαινούσης 7. Τῶν μὲν γὰρ ἄνευ λογισμοῦ κατορθωμέ-νων 8 τὴν πρόφασιν εἰς εὐτυχὴ προπτέτιαν ἀναφέρομεν· τὴν δὲ τῶν συν-