Ancient Greek
77.2
Choricius Rhet. et Soph., Opera 77.2
Unproofread scanNot analysed yet
Ἄλλὰ μὴν 2 αὐτοὺς δεῖ τοὺς τυραννεῖν βουλομένους ὁρῶμεν ἀκιν-δύνως, ὡς ἔνεστιν, ὑποχλέπτοντας τὴν ἀρχήν· οὐδεὶς γὰρ ὧν που, συγ-καλέσας τὸ πλῆθος, ἐπὶ τῆς ἐκκλησίας ἀποδύεται τὴν διάνοιαν 3· ἀλλὰ γνώμην τυραννικὴν δημοτικῷ προσχήματι κρύπτων, εἰ που λάβοιτο κοινῆς ἑορτῆς ἢ τινος ἄλλου καιροῦ ποιούντος ὑπτίαν τὴν πόλιν 4, τὴν ἀπάντων βρατῶνν ἐπικουρίαν εὕρων, εἰς ἔργον ἐφέρει τὸ κεχρυμμένον, ὥστε τὸν δῆμον ὁμοῦ τε τῆς δουλείας αἰσθάνεσθαι καὶ δουλεύειν. Τί οὖν, ὦ βέλτιστε, σὺ φαῖς ἂν ἐκεῖνον μὴ χρήναι χολάζειν, ὅτι τοὺς ἐνοικοῦν-τας, ἀφυλάκτους ἐπιπεσὼν 5, ἐχειρώσατο; εἰ γὰρ ὁ πράξας τι καλὸν ἀσφαλῶς ἀνάζιος δωρεᾶς, οὐδὲ τιμωρίας ἀξίος ὁ μὴ προπετῶς ἀδικῶν.