Ancient Greek
81.2
Choricius Rhet. et Soph., Opera 81.2
Unproofread scanNot analysed yet
Τοσαῦτα παθὼν ἐξάφνης (2), εἰκότως οὐκ ἤνεγκε, τὸν μὲν ἄλεεινῶς ἐββιμμένον ἰδὼν (3), παρακαθημένην δὲ τῷ νεκρῷ καὶ κοπτομένην τὴν γυναῖκα τὴν ἑαυτοῦ. Ἦπου καὶ ἀνέμνησαν ἀλλήλους ἀμφότεροι τὴν ἰδίαν ἐπιθυμίαν, ὡς ἠράσθησαν παῖδα λαχεῖν καὶ γενομένου θρέψαι καὶ ζῶντα καταλιπεῖν, ὡς αἱ πᾶσαι προῆλθον ἐλπίδες αὐτοῖς, ἀνεὺ τῆς μεγίστης καὶ τελευταίας. Ἐπὶ τούτοις, οἶμαι, τὸν μετὰ ταῦτα χρόνον ἀνελογίζοντο, καὶ πανταχόθεν ὀδυνερὸν αὐτοῖς (4) καθῴρων. Τοῖς γὰρ οὕτω διακειμένοις εἴτε τῶν ἀνιόντων (5), εἴτε τῶν ἡδέων τι γένοιτο, δακρύων ἕκαστερον γίνεται πρόφασις. Λύπης μὲν γὰρ ἐμπιπτούσης, ἀχθόνται, λαμβάνοντες κατὰ νοῦν ὅπως αὐτοὺς εἴωθε ψυχαγωγεῖν · παρατυχοῦσης