Ancient Greek
87.3
Choricius Rhet. et Soph., Opera 87.3
Unproofread scanNot analysed yet
Ἄλλὰ καὶ πρὸς ἅπασι τούτοις, ἀναιρούμενος μὲν δίδωσι δίκην ὧν ἥμαρτε, κἂν ἐλάττω τῆς προσήκουσος, ἀλλ' ὅση γε δυνατὴ (3)· ἀποβαλὼν δὲ μόνον οὕτω τὴν ἐξουσίαν, οὐδὲ τὴν ὅσην ἔνεστι δῦναι τιμωρίαν ὑπέχει. Μὴ γὰρ ὅτι τυράννους, τὸ τῆς ἀδικίας κεφάλαιον, ἀλλ' οὐδὲ τοὺς τὰ βραχύτατα παροινοῦντας οὕτος ὁ τρόπος ἐλευθεροῖ (4). Οὐ ποιεῖ τὸν κλέπτην ἀνεύθυνον ἢ τῶν φωρίων ἀπόδοσις, οὐδὲ τὸν ἀρχαντα χειρῶν ἀδίκων τὸ καταγνῶναι τῆς ὕβρεως· ἀλλὰ καὶ ψιλὴ κατηγορία (5) εἰς δικαστήριον ἄγεται.