Ancient Greek
92.5
Choricius Rhet. et Soph., Opera 92.5
Unproofread scanNot analysed yet
Ἐπειδή καὶ παίζειν τι δίδωσιν ὁ καιρὸς (πανήγυρις γὰρ καὶ μία διὰ πάντων 3 ἡδονὴ τε καὶ εὐθυμία φοιτᾷ), φέρε πρὸς τὰ ἐμὰ καὶ αὐτὸς ὁραίσομαι παιδικά. Ἄγετε οὖν, ὦ Λόγοι (πρόσφορον γὰρ ἑορταῖς ἀγλαΐα), εἴποτε μοι πρὸς ἕτερον ἄθλον ἐνεκαλωπίσασθε 4, νῦν ἤκετε μᾶλλον ἐστεφανωμένοι τε εὖ μάλ’α καὶ ἀδροτέρους ἐνδεδυμένοι 5 χιτῶνας καὶ ποικίλην παραθήσοντες εὐωχίαν. Ἄνευ μὲν γὰρ δημοτελοῦς θυμηδίας, καὶ φαύλων, οἶμαι, σιτίων οἱ δαιτυμόνες ἀνέχονται, κἂν τι παρημελημένον τυγχάνῃ, παρὰ σφισιν αὐτοῖς ἕκαστος μέμφονται, καὶ οὐκ ἐκφέρουσι θύραζε 6 τὰ τῶν ἐστιώτων 7. ὧν εἶδη · νῦν δέ, ὅτε πανήγυρίς τε πολυτελὴς καὶ τρυφῆς γέμουσαι τράπεζαι πανταχοῦ, πολλῶν μὲν ὀψοποιῶν, πολλῶν δὲ ἡμῖν 8 οἰνοχόων δεήσει κομιφῶς τε καὶ εὖ-