Ancient Greek
97.4
Choricius Rhet. et Soph., Opera 97.4
Unproofread scanNot analysed yet
Γυμνάσιον μέγα πρὸς ἀσκησιν ἀρετῆς μνήμη τῶν ὁσίως βεβιωκότων. Ἐν γὰρ τῷ λέγειν τε καὶ ἀκούειν ὡς ἄνδρες θεωρίλεῖς τὴν εὐσέβειαν ἐπρίαντο τῆς σωτηρίας, καὶ ταῦτα πυκνῶς διηγείσθαι ταῖς ἐγκυκλίοις αὐτῶν ἑορταῖς, συνεθίζομεθα δήπου παρόμοια τοῖς λεγομένοις φρονεῖν. Εἰ τοίνυν τὴν μὲν ὠφέλειαν ἡ μνήμη προξενεῖ τῶν τοιούτων, τὴν δὲ μνήμην ἡ τῶν ἱερῶν ἀνανεοῦται κατασκευὴ, μία τῶν ἀγαθῶν συνάγεται πρόφασις ὁ τὰ τεμένῃ δημιουργῶν (3). Μετὰ τοίνυν τῆς ὠφελείας καὶ πλεῖστην ἡμῖν συνεισφέρουσι ν εὐθυμίαν. Τεχμηρίων δέ· πολλαί κατὰ τὸν βίον περιέχονται φροντίδες, καὶ μόλις ὀφεται τις οἰκίαν πάντα θέουσαν ἐξ οὐρίας (4), ἄλλων ἄλλοις ἐνοχλουμένων ἀνιαροῖς· ἵνα δὲ γένηται τις ἐκεχειρία τῶν ἀνθρωπίνων κακῶν, καὶ ὅπως αἱ λύπαι παύονται κατατείνουσαι καὶ χαλῶσι (5), τὸ χρήμα τῶν πανηγύρεων ἐξευρέθη, δεινὸν ἀποσθέσαι συμφοράς καὶ πραΰναι. Τοῦτο τῶν ἑορτῶν ἡ συντέλεια. Καὶ μέτρον μὲν αὐταῖς ὀλίγαι πολλάκις ἡμέραι, τὸ δὲ τῆς εὐφροσύνης