Ancient Greek
98.3
Choricius Rhet. et Soph., Opera 98.3
Unproofread scanNot analysed yet
Εἴποι δ’ ἂν τις καὶ τρίτον ἔχειν ἀγαθὸν τὴν παροῦσαν πανήγυριν, τὸν ἐν ᾧ τελεῖται καιρόν. Συνέστηχε γὰρ ἐν τῷ καλλίστῳ τοῦ ἔτους, τῶν σωμάτων ὥστε ψύχει πιεζομένων, οὔτε θέρμῃ θηλουομένων, ἡμέρας δὲ καὶ νυκτὸς ἐναγχος ἤδη σπεισαμένων ἀλλήλαις καὶ συνθεμένων ἰσομοιρεῖν · ἡνίκα μάλιστα πᾶσιν ἡδὺς ὁ καιρός, καὶ πολλοὺς ἡμῖν ἀγείρει πανταχοθεν, οὐ χειμερίων νιφάδων, οὐ σφοδροτέρας ἀκτῖνος (¹) ὀδοιπόρος λυμαινομένης. Οὕτω πάντα φαιδρότατα, καὶ χάριν εἰς τὴν ἑορτὴν συντελεῖ.