Ancient Greek
98.5
Choricius Rhet. et Soph., Opera 98.5
Unproofread scanNot analysed yet
Ἡμῖν μὲν οὖν ἴσως τοῖς θεωμένοις περιέργον τι δόξω ποιεῖν. Εἰ γὰρ τῷ λόγῳ σκοπὸς μιμεῖσθαι τὴν θέαν, πᾶσα δὲ μίμησις ἧττον πως (⁴) φέρεται τῆς ἀκριβείας, δῆλον ὡς ἧττον εὐφραίνω τῆς διὰ τῶν ὀμμάτων ἐνιδρυθείσης ὑμῖν ἡδονῆς. Ἄλλὰ τοὺς ὄψει μὴ παρεληφότας τὸν τόπον, ἐνίοτε δὲ ποὺ τοῖς λεγομένοις ἐντευξομένους, ἐναργέστερον, οἶμαι, διδάζει τὰ γεγραμμένα τῶν ἀβασανίστως ἐπαγγελλόντων · μᾶλλον δὲ καὶ τοῖς ὁρῶσιν ὑμῖν (⁵) εἰσάγει τινὰ τέρψιν ὁ λόγος, εἴπερ, &βλέπειν ἡδύ, τούτων ἀκροᾶσθαι τερπνόν.