Ancient Greek · ~4 min
Page 234
Chronographiae Anonymae, Chronographia brevis (e cod. Monac. gr. 510) 234
Not analysed yet
ξϛʹ Ἰωάννης ὁ υἱὸς αὐτοῦ ὁ πορφυρογέννητος ἔτη κδʹ μῆνας ζʹ ἡμέρας κϛʹ. χριστιανός. ξζʹ Μανουὴλ ὁ υἱὸς αὐτοῦ ὁ πορφυρογέννητος ἔτη ληʹ. χριστιανός. ξηʹ Ἀλέξιος ὁ υἱὸς αὐτοῦ ὁ πορφυρογέννητος μῆνας ϛʹ. χριστιανός. ξθʹ Ἀνδρόνικος ὁ Κομνηνὸς ἔτη βʹ μῆνας ϛʹ. χριστιανός. οʹ Ἰσαάκιος ὁ Ἄγγελος ἔτη ηʹ μῆνας ϛʹ. χριστιανός. οαʹ Ἀλέξιος ὁ Κομνηνός, ὁ τοῦ αὐτοῦ Ἀγγέλου ἀδελφὸς ἔτη θʹ μῆνας ϛʹ. χριστιανός. οβʹ Ἀλέξιος ὁ Δούκας ὁ Μούρτζουφλος μῆνας βʹ ἡμέρας ιʹ. χριστιανός. ὃς βασιλεύων παρεδόθη ἡ Κωνσταντινούπολις παρὰ τῶν Λατίνων ἐν ἔτει ͵ϛψιβʹ κατὰ τὴν ιβʹ τοῦ Ἀπριλλίου μηνὸς ἡμέρᾳ βʹ. ογʹ Ἀλέξιος ὁ Ἄγγελος ὁ υἱὸς Ἰσαακίου μῆνας ζʹ ἡμέρας κʹ. χριστιανός. οδʹ Θεόδωρος ὁ Λάσκαρις ἔτη ιηʹ. χριστιανός. οεʹ Ἰωάννης Δούκας ὁ Βατάτζης ἔτη λδʹ. χριστιανός. οϛʹ Μιχαὴλ ὁ Παλαιολόγος ἔτη κδʹ. λατινόφρων. οζʹ Ἀνδρόνικος Παλαιολόγος ὁ τούτου υἱὸς ἔτη μδʹ. χριστιανός. οηʹ Ἀνδρόνικος Παλαιολόγος ὁ ἔγγονος αὐτοῦ ἔτη ιγʹ. οθʹ Ἰωάννης ὁ υἱὸς αὐτοῦ σὺν τῇ μητρὶ ἔτη ζʹ.