Ancient Greek · ~10 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1003
Not analysed yet
Alexander Aprod. de fato cp. 35 p. 207, 4 Bruns. μηδὲ ἐκεῖνον δὲ παραλίπωμεν τὸν λόγον, ᾧ θαῤῥοῦσιν, ὡς δεικνύναι δυναμένου τῶν προκειμένων τι. λέγουσιν γάρ. Οὐ γὰρ ἔστι μὲν τοιαὐτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ πεπρωμένη· ⟨οὐδὲ ἔστι μὲν πεπρωμένη⟩, οὐκ ἔστι δὲ αἶσα· οὐδὲ ἔστι μὲν αἶσα, οὐκ ἔστι δὲ νέμεσις· οὐδὲ ἔστι μὲν νέμεσισ, οὐκ ἔστι δὲ νόμος· οὐδ’ ἔστι μὲν νόμος, οὐκ ἔστι δὲ λόγος ὀρθὸς προστακτικὸς μὲν ὧν ποιητέον, ἀπαγορευτικὸς δὲ ὧν οὐ ποιητέον. ἀλλὰ ἀπαγορεύεται μὲν τὰ ἁμαρτανόμενα, προστάττεται δὲ τὰ κατορθώματα. οὐκ ἄρα ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ ἁμαρτήματα καὶ κατορθώματα. ἀλλ’ εἰ ἔστιν ἀμαρτήματα καὶ κατορθώματα, ἔστιν ἀρετὴ καὶ κακία, εἰ δὲ ταῦτα, ἔστι καλὸν καὶ αἰσχρόν· ἀλλὰ τὸ μὲν καλὸν ἐπαινετόν, τὸ δὲ αἰσχρὸν ψεκτόν. οὐκ ἄρα ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ ἐπαινετὸν καὶ ψεκτόν. ἀλλὰ τὰ μὲν ἐπαινετὰ τιμῆς ἄξια, τὰ δὲ ψεκτὰ κολάσεως. οὐκ ἄρα ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ τιμὴ καὶ κόλασις. ἀλλ’ ἔστι μὲν τιμὴ γέρως ἀξίωσις, ἡ δὲ κόλασις ἐπανόρθωσις. οὐκ ἄρα ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι ⟨δὲ⟩ γέρως ἀξίω καὶ ἐπανόθωσις· εἰ δὲ ταῦτα ⟨μὴ⟩ ἀνῄρηται, μένει, καὶ πάντων γινομένων καθ’ εἱμαρμένην, κατορθώματά τε καὶ ἁμαρτήματα καὶ τιμαὶ καὶ κολάσεις καὶ γέρως ἀξιώσεις καὶ ἔπαινοι καὶ ψόγοι. p. 207, 29. τίς οὐκ ἂν αὐτῶν θαυμάσαι τὴν σύνθεσιν τοῦ λόγου ὡς ἀπέριττον καὶ ἐξ ὁμολογουμένων καὶ ἐναργῶν συνάγουσαν; ⟨ἦ⟩ τὸ μηδὲν ὤνηντο ἄρα τῆς περὶ τοὺς συλλογισμοὺς ἀσχολίας μακρᾶς, θέμενοι γὰρ τὸ τὴν εἱμαρμένην χρήσθαι πᾶσιν τοῖς γεγονόσι τε καὶ γινομένοις καθ’ εἱμαρμένην, πρὸς τὴν ἀκώλυτον τῶν ὑπ’ αὐτῆς γινομένων ἐνέργειαν, οὕτως ὡς γέγονεν ἕκαστον αὐτῶν καὶ φύσεως ἔχει, λίθῳ μὲν ὡς λίθῳ, φυτῷ δὲ ὡς φυτῷ, ζῴῳ δὲ ὡς ζῴῳ, εἰ δὲ ζῴῳ καὶ ⟨ὡς⟩ ὁρμητικῷ, ἐν τῷ τιθέναι τὸ χρῆσθαι αὐτὴν τῷ ζῴῳ ὡς ζῴῳ τε καὶ ὁρμητικῷ καὶ γίνεσθαι τὰ ὑπ’ αὐτῆς διὰ τῶν ζῴων γινόμενα κατὰ τὴν τῶν ζῴων ὁρμὴν (ἑπομένων καὶ τούτων τοῖς ἐξ ἀνάγκης περιεστῶσιν αὐτὰ τότε αἰτίοις, ἅτινα ἂν ⟨ᾖ⟩) ἡγούμενοι διὰ τοῦ τὸ καθ' ὁρμὴν ἐνεργεῖν τὰ ζῷα τηρεῖν ἐν τῷ ἅπαντα γίνεσθαι καθ’ εἱμαρμένην καὶ τὸ ἐφ' ἡμῖν εἶναί τι τηρεῖν, τούς τε ἄλλους ἐρωτῶσιν λόγου καὶ δὴ καὶ τὸν προειρημένον, ἐμοὶ δοκεῖ, οὐχ ὡς ἀληθεῖ πιστεύοντες τοσοῦτον αὐτῷ ὅσον διὰ μῆκός τε καὶ πλῆθος ὀνομάτων καὶ ἀσαφῆ σύνθεσιν παράξειν ἡγούμενοι τοὺς ἀκούοντας.