Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1004
Not analysed yet
Alexander Aphrod. de fato cp. 36 p. 210, 3 Bruns. οὐδὲν ἄρα μένει τῶν ὑπὸ τοῦ μετὰ τοσαύτης τέχνης ἠρωτημένου λόγου κατεσκευασμένων, ἀκολουθήσει τε αὐτοῖς ἀρξαμένοις κάτωθεν ⟨ἡ⟩ ἀκολουθία, ἣν ἕπεσθαι λέγουσιν τοῖς ἀναιρεῖν πειρωμένοις τὸ ἐφ’ ἡμῖν ⟨τι⟩ εἶναι, ὡς αὐτοὶ τηροῦντες ὁμολογουμένως αὐτό, ⟨τὸ⟩ διὰ τοῦ πρώ⟨του⟩ λαβόντας ἄλλο ἐπιφέρειν αὖ τὰ τούτῳ δοκοῦντα ἕπεσθαι ἄτοπα καὶ ⟨τού⟩τοις διαβάλλειν ⟨τὸ⟩ ἡγούμενον. εἰ γὰρ μή εἰσι τιμαὶ μηδὲ κολάσεις, οὐδὲ ἔπαινοι οὐδὲ ψόγοι· εἰ δὲ μὴ ταῦτα, οὐδὲ κατορθώματά τε καὶ ἁμαρτήματα· εἰ δὲ μὴ ταῦτα, οὐδὲ ἀρετὴ καὶ κακία· εἰ δὲ μὴ ταῦτα, φασὶν ἔτι, μηδὲ θεοί. ἀλλὰ μὴν τὸ πρῶτον, τὸ μὴ εἶναι μήτε τιμὰς μήτε κολάσεις, ἕπεται τῷ πάντα γίνεσθαι καθ’ εἱμαρμένην, ὡς δέδεικται. ⟨καὶ⟩ τὸ τελευταῖον ἄρα, ὃ ἄτοπον καὶ ἀδύνατον. ἀναιρετέον ⟨ἄρα⟩ τὸ πάντα γίνεσθαι καθ’ εἱμαρμένην, ᾧ τοῦθ’ εἵπετο.