Ancient Greek · ~6 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1005
Not analysed yet
Alexander Aphrod. de fato cp. 37 p. 210, 14 Bruns. ἴδωμεν δὲ καὶ ⟨τὸν⟩ ἐπὶ τούτῳ λόγον ἠρωτημένον, εἰ μὴ τὰς ὁμοίας ἀνάγκας ἔχει. λέγει δὲ οὕτως· Οὐ πάντα μὲν ἔστι καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ ἀκώλυτος καὶ ἀπαρεμόδιστος ἡ τοῦ κόσμου διοίκσις· οὐδὲ ἔστι μὲν τοῦτο, οὐκ ἔστι δὲ κόσμος· οὐδὲ ἔστι μὲν κόσμος, οὐκ εἰσὶν δὲ θεοί. εἰ δέ εἰσι θεοί, εἰσὶν ἀγαθοὶ οἱ θεοί. ἀλλ’ εἰ τοῦτο, ἔστιν ἀρετή. ἀλλ’ εἱ ἔστιν ἀρετή, ἔστι φρόνησις. ἀλλ’ εἰ τοῦτο, ἔστιν [ἡ] ἐπιστήμη ποιητέων τε καὶ οὐ ποιητέων. ἀλλὰ ποιητέα μέν ἐστι τὰ κατορθώματα, οὐ ποιητέα δὲ τὰ ἁμαρμήματα. οὐκ ἄρα πᾶν μὲν γίνεται καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ ἁμάρτημα καὶ κατόρθωμα. ἀλλὰ τὰ μὲν κατορθώματα καλά, τὰ δὲ ἁμαρτήματα αἰσχρά· καὶ τὰ μὲν καλὰ ἐπαινετά, τὰ δὲ αἰσχρὰ ψεκτά. οὐκ ἄρα πάντα μέν ἐστι καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ ἐπαινετὰ καὶ ψεκτά. ἀλλ’ εἰ τοῦτο, εἰσὶν ἔπαινοι καὶ ψόγοι. ἀλλ’ ἃ μὲν ἐπαινοῦμεν, τιμῶμεν, ἃ δὲ ψέγομεν, κολάζομεν· καὶ ὁ μὲν τιμῶν γεραίρει, ὁ δὲ κολάζων ἐπανορθοῖ. οὐκ ἄρα πάντα μὲν γίνεται καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ γεραίρειν καὶ ἐπανορθοῦν. καὶ οὗτος δὴ ὁ λόγος ἀπὸ τῆς αὐτῆς παλαίστρας ὢν δῆλον ὡς διὰ τῶν αὐτῶν ἂν ψευδὴς ὢν ἐλέγχοιτο. p. 212, 1. παραπλήσιοι δὲ τούτοις καὶ ὅσους ἄλλους εἰς σύστασιν τοῦδε τοῦ δόγματος λόγους παρατίθενται ἐπὶ πλέον, [καὶ] μέχρι ῥημάτων τὴν κομψείαν ἔχοντες, ἀλλ’ οὐκ ἐκ τῆς πρὸς τὰ πράγματα περὶ ὧν λέγονται σωμφωνίας τὴν πίστιν λαμβάνοντες.