Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1019
Not analysed yet
Themistius Paraphr. in Anal. poster. p. 79, 1 Spengel. τὸ εἶναι πολλαχῶς ἐν ταῖς ἀποδείξεσι μέτιμεν· ἐνίοτε μὲν γὰρ ἀπὸ συμβεβηκότος καὶ πόῤῥω τῆς οὐσίας τοῦ πράγματος, ἐνιότε δὲ ἀπὸ τοῦ πράγματος καὶ τοῦ ἐκείνου τι ἔχειν, οἷον ὅτι εἰσὶ θεοὶ ἀπὸ συμβεβηκότος μέν, ὅτι εἰσὶ βωμοὶ ὡς Χρύσιππός φησιν, ἀπὸ δὲ τοῦ πράγματος ὅτι θεραπεύουσιν, ὅτι προλέγουσιν, ὅτι κινοῦνται τὸν ἄπειρον χρόνον ποικίλας κινήσεις. Cf. idem ad Arist. de anima I 1 p. 8 Sp. ὥσπερ εἴ τις θεὸν ὁρίσασθαι προελόμενος τὸ βωμοὺς εἶναι θεῶν καὶ θυσίας καὶ νεὼς καὶ ἀγάλματα οἴοιτο αὐτῷ συμβαλεῖσθαι πρὸς τὴν ἀπόδειξιν τοῦ τί ἦν εἶναι, καθάπερ ὑπελάμβανε Χρύσιππος· λίαν γὰρ ἀπηρτημένα ταῦτα τῆς οὐσίας ἐστὶ τῶν θεῶν· τὸ μέντοι γε κινεῖσθαι ἀεὶ καὶ τὸ προλέγειν μὲν τὸν Ἀπόλλω, θεραπεύειν δὲ τὸν Ἀσκληπιὸν ἱκανὸν ἤδη προοίμιον τοῦ τί ἦν εἶναι οἷον ὅτι θεός ἐστι ζῷον ἀΐδιον εὐποιητικὸν ἀνθρώπων.