Ancient Greek · ~1 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1020
Not analysed yet
Sextus adv. math. IX 77. καὶ ἔτι τὸ γεννητικὸν λογικοῦ καὶ φρονίμου πάντως καὶ αὐτὸ λογικόν ἐστι καὶ φρόνιμον. ἡ δέ γε προειρημένη δύναμις (scil. ἡ τὴν τῶν ὄντων οὐσίαν κινοῦσα καὶ σχηματίζουσα) ἀνθρώπους πέφυκε κατασκευάζειν· λογικὴ τοίνυν καὶ φρονίμη γενήσεται, ὅπερ ἦν θείας φύσεως. εἰσὶν ἄρα θεοὶ.