Ancient Greek · ~1 min
1.1022 to 1.1023
Chrysippus, Fragmenta Logica et Physica 1.1022-1023
Not analysed yet
Diogenes Laërt. VII 148. Οὐσίαν δὲ θεοῦ Ζήνων μέν φησι τὸν ὅλον κόσμον καὶ τὸν οὐρανόν, ὁμοίως δὲ καὶ Χρύσιππος ἐν τῷ πρώτῳ περὶ θεῶν. Philodemus de pietate c. 15 (DDG p. 548, 4). κὰν τοῖς περὶ Προνοίας μέντοι τὰς αὐτὰς ἐκτίθησιν συνοικειώσεις τῇ ψυχῇ τοῦ παντὸς καὶ τὰ τῶν θεῶν ὀνόματα ἐφαρμόττει τῆς δρειμύτητος ἀπολαύων ἀκοπιάτως.