Ancient Greek
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1026
Not analysed yet
Ioannes Damascenus de haeresibus 7. Στωϊκοὶ σῶμα τὸ πᾶν δογματίζοντες καὶ αἰσθητὸν τοῦτον τὸν κόσμον θεὸν νομίζοντες. Τινὲς δὲ ἐκ τῆς τοῦ πυρὸς οὐσίας τὴν φύσιν ἔχειν αὐτὸν ἀπεφήναντο. Καὶ τὸν μὲν θεὸν νοῦν ὁρίζουσι, ὡς καὶ ψυχὴν παντὸς τοῦ ὄντος κύτους οὐρανοῦ καὶ γῆς. σῶμα δὲ αὐτοῦ τὸ πᾶν, ὡς ἔφην, καὶ ὀφθαλμοὺς τοὺς φωστῆρας. τὴν δὲ σάρκα ἀπόλλυσθαι καὶ τὴν ψυχὴν πάντων μεταγγίζεσθαι ἀπὸ σωμάτων εἰς σώματα.