Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1027
Not analysed yet
Aëtius Plac. I 7, 33. Οἱ Στωϊκοὶ νοερὸν θεὸν ἀποφαίνονται, πῦρ τεχνικόν, ὁδῷ βαδίζον ἐπὶ γένεσιν κόσμου, ἐμπεριειληφὸς πάντας τοὺς σπερματικοὺς λόγους, καθ’ οὓς ἕκαστα καθ’ εἱμαρμένην γίνεται· καὶ πνεῦμα μὲν διῆκον δι’ ὅλου τοῦ κόσμου, τὰς δὲ προσηγορίας μεταλαμβάνον κατὰ τὰς τῆς ὕλης, δι’ ἧς κεχώρηκε, παραλλάξεις. θεοὺς δὲ καὶ τὸν κόσμον καὶ τοὺς ἀστέρας καὶ τὴν γῆν, τὸν δ’ ἀνωτάτω πάντων νοῦν ἐν αἰθέρι (ἐναιθέριον εἶναι θεόν Stob.) . cf. Athenag. c. 6. οἱ δὲ ἀπὸ τῆς Στοᾶς κἂν ταῖς προσηγορίαις κατὰ τὰς παραλλάξεις τῆς ὕλης, δι’ ἧς φασι τὸ πνεῦμα χωρεῖν τοῦ θεοῦ, πληθύνωσι τὸ θεῖον τοῖς ὀνόμασι, τῷ γοῦν ἔργῳ ἕνα νομίζουσι τὸν θεόν. εἰ γὰρ ὁ μὲν θεὸς πῦρ τεχνικὸν etc.