Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1042
Not analysed yet
Proclus in Plat. Timaeum p. 297 Schneider. πολλοῦ ἄρα δεῖ παραβάλλεσθαι τῷ κόσμῳ τούτῳ ὁ ὑπὸ Χρυσίππου κατασκευαζόμενος. ὁ μὲν γὰρ εἰς ταὐτὸν συγχεῖ τάς τε ἀμεθέκτους αἰτίας καὶ τὰς μεθεκτὰς τάς τε θείας καὶ νοερὰς τάς τε ἀΰλους καὶ τὰς ἐνύλους. ὁ γὰρ αὐτὸς θεὸς παρ’ αὐτῷ πρῶτος ὢν διήκει διὰ τοῦ κόσμου καὶ διὰ τῆς ὕλης καὶ ψυχή ἐστι καὶ φύσις ἀχώριστος τῶν διοικουμένων.