Ancient Greek · ~8 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1049
Not analysed yet
Plutarchus de Stoic. repugn. cp. 38 p. 1051f. Post relatam Antipatri sententiam: universos Stoicos arbitratos esse, deos interitu vacare: Οὐδεὶς οὖν ἐστι τῶν πάντων ὁ Χρύσιππος κατ’ Ἀντίπατρον· οὐδένα γὰρ οἴεται πλὴν τοῦ πυρὸς ἄφθαρτον εἶναι τῶν θεῶν, ἀλλὰ πάντας ὁμαλῶς καὶ γεγονότας καὶ φθαρησομένους. Ταῦτα δὲ πανταχοῦ, ὡς ἔπος εἰπεῖν, ὑπ’ αὐτοῦ λέγεται. Παραθήσομαι δὲ λέξιν ἐκ τοῦ τρίτου περὶ Θεῶν· Καθ’ ἕτερον λόγον οἱ μὲν [γὰρ] γενητοὶ εἶναι καὶ φθαρτοὶ λέγονται οἱ δ’ ἀγένητοι· καὶ ταῦτ’ ἀπ’ ἀρχῆς ὑποδείκυσθαι φυσικώτερον. Ἥλιος μὲν γὰρ καὶ σελήνη καὶ οἱ ἄλλοι θεοὶ παραπλήσιον ἔχοντες λόγον, γενητοί εἰσιν· ὁ δὲ Ζεὺς ἀΐδιός ἐστιν. Καὶ πάλιν προελθών· Ὅμοια δὲ καὶ περὶ τοῦ φθίνειν καὶ περὶ τοῦ γενέσθαι ῥηθήσεται, περὶ τε τῶν ἄλλων θεῶν καὶ τοῦ Διός· οἱ μὲν γὰρ φθαρτοί εἰσι, τοῦ δὲ τὰ μέρη ἄφθαρτα. idem de comm. not. cp. 31 p. 1075a. Ἀλλὰ Χρύσιππος καὶ Κλεάνθης, ἐμπεπληκότες, ὡς ἔπος εἰπεῖν, τῷ λόγῳ θεῶν τὸν οὐρανόν, τὴν γῆν etc. οὐδένα τῶν τοσούτων ἄφθαρτον οὐδ’ ἀΐδιον ἀπολελοίπασι πλὴν μόνου τοῦ Διός, εἰς ὃν πάντας καταναλίσκουσι τοὺς ἄλλους· ὥστε καὶ τούτῳ τὸ φθείρειν προσεῖναι τοῦ φθείρεσθαι μὴ ἐπιεικέστερον. ——-Ταῦτα δὲ οὐχ ὡς ἄλλα πολλὰ τῶν ἀτόπων συλλογιζόμεθα ἔχειν τὰς ὑποθέσεις αὐτῶν καὶ τοῖς δόγμασιν ἕπεσθαι, ἀλλ’ αὐτοὶ μέγα βοῶντες ἐν τοῖς περὶ Θεῶν καὶ Προνοίας, Εἱμαρμένης τε καὶ Φύσεως γράμμασι, διαῤῥήδην λέγουσι, τοὺς ἄλλους θεοὺς ἅπαντας εἶναι γεγονότας καὶ φθαρησομένους ὑπὸ πυρός, τηκτοὺς κατ’ αὐτοὺς ὥσπερ κηρίνους ἢ καττιτερίνους ὄντας. ibid. 1075c. ἂν γὰρ αὖ τὸ σοφὸν τοῦτο καὶ καλὸν ἀντιθῶσι, θνητὸν εἶναι τὸν ἄνθρωπον, οὐ θνητὸν δὲ τὸν θεόν, ἀλλὰ φθαρτόν etc. idem de defectu oraculorum cp. 19. Καίτοι τοὺς Στωϊκούς, ἔφη, γιγνώσκομεν οὐ μόνον κατὰ δαιμόνων ἣν λέγω δόξαν ἔχοντας, ἀλλὰ καὶ θεῶν ὄντων τοσούτων τὸ πλῆθος ἑνὶ χρωμένους ἀϊδίῳ καὶ ἀφθάρτῳ, τοὺς δ’ ἄλλους καὶ γεγονέναι καὶ φθαρήσεσθαι νομίζοντας.